Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.10
Not analysed yet
ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ᾿ ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυ- σίας, χαίροντές τε αἰσχρορρημοσύναις ἀπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασὶ, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν ὡς οὐδὲ ὅλως θεός τις ἢν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πό- λεις τε καὶ χώρας προσκυνούμενος.