Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.4-2
Not analysed yet
οὕτω δ᾿ οὖν περιέχει τὰ Ἑβραίων λόγια “καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.” καὶ πάλιν “καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύ- σησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” καὶ ταῦτα δὲ πάλιν ὁ Ἑβραῖος ἑρμηνεύει Φίλων, ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων