Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 17
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 17.5
Not analysed yet
καὶ μὴν οὐδὲ δυνατὸν αὐ- τοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν · αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀν- θρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσω ,καὶ αὐτῶ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγί- στους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.