Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 18.1
Not analysed yet
"Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβη- θήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπά- σεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως · καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται ,διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτου ’ς ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμὰς · ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία, κακὰ, ὀλιγοστὸν δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον." Τούτοις ἑξῆς ἐπάγει λέγων