Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 18.3
Not analysed yet
Ταῦτα μὲν οὕτος. εἰκότως δῆτα καὶ ἡ θεία γραφὴ οὐχ ὧς τὰ λοιπὰ ζῷα γεγονέναι τὸν ἄνθρωπόν φησι· τὰ μὲν γὰρ ἀπὸ γῆς προελθεῖν ἑνὶ κελεύσματι τοῦ παμβασιλέως θεοῦ, τὰ δ’ ἐκ τῆς ὑγρᾶς οὐσίας ἀναπτῆναι πάλιν αὐτοῦ νεύματι· μόνον δὲ τῶν ἐπὶ γῆς ζῴων τὸ θεοφιλέστατον, ἡμᾶς αὐτοὺς αὐτοὺς, κατ’ εἰκόνα θεοῦ καὶ καθ’ ὁμοίωσιν τὴν ψυχὴν γεγονέναι· πρὸς ὃ καὶ ὁρᾶσθαι ἀρχικὸν καὶ βασιλικὸν τὴν φύσιν, μόνον τε τῶν ἐπὶ γῆς εἶναι λογικὸν καὶ δημι- ουργικὸν καὶ κριτικὸν καὶ νομοθετικὸν, τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις.