Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 18
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 18.5-2
Not analysed yet
τοῦτον μὲν οὖν κατ’ εἰκόνα φασὶ θεοῦ καὶ καθ’ ὁμοίωσιν πρὸς αὐτοῦ τοῦ θεοῦ μετά τινος διαφερούσης ὑπεροχῆς ὑποστῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι, σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι, δρόμους τε ἡλίου καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς τὰ ἄνω συγγενείας χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται.