Ancient Greek · ~4 min
18.7 to 18.11
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 18.7-11
Not analysed yet
λέγει δ’ οὖν τὰ λόγια ὡς ἄρα τὴν πρώτην ἀνθρώπου φύσιν δυνάμεσι θείαις καὶ ὁμοιώσει θεοῦ κοσμήσας ὁ παμβασιλεὺς ἁρμόδιον οἶς ἐδωρήσατο τὴν πρώτην ἀπεκλήρωσε διατριβὴν τοῦ βίου ἐν ἀγαθῶν παραδείσῳ, δείσω, χορείαις συγκαταλέξας θείαις. καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι πατέρα, τὸν δ’ αὐθεκουσίῳ αἱρέσει τῶν κρειττόνων ἀποπεσεῖν, καὶ τὸν θνητὸν χῶρον ἀντικαταλλάξασθαι θείας ἐντολῆς ὀλιγωρίᾳ. διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι, καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι, σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς εἰς φθορὰν καταστρέφον καὶ ἀπώλειαν, ἀλλ’ ἐκεῖθεν ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε. διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ’ ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις. Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἱ χθιζοί τινες καὶ κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες, τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες διανοηθέντες, καὶ τῶν παρ’ Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προι· ὼν ὁ λόγος αὐτίκα μάλα ἐπιδείξει.