Ancient Greek
19.1 to 19.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 19.1-3-2
Not analysed yet
“Οὐδ' ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην ὡς ἀγέννητον ὑποχείριον εἰς διακόσμησιν διδόντες τῷ θεῷ ’παθητὴν γὰρ αὐτὴν καὶ τρεπτὴν ὑπάρχουσαν εἴκειν ταῖς θεοποιήτοις ἀλλοιώσεσι. καὶ πόθεν γὰρ ὑπάρχει καὶ τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον διασαφείτωσαν. ἑκατέρου γὰρ δεῖ τινα ἐπινοῆσαι κρείττονα, ὅ μηδὲ θεμιτὸν ἐννοῇς αἰ περὶ τοῦ θεοῦ. τό τε γὰρ ἀγέννητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον, καὶ ἕτερον νοούμενον παρ’ ἑκατερον, πόθεν ἐν αὐτοῖς ἐγένετο;