Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 19
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 19.2
Not analysed yet
“Ὂν δὲ ἡμεῖς ὑπογράφομεν φιλόσοφον στάμενον τῶν ἐκτὸς, εἰκότως φαμὲν μὴ ἐνοχλήσειν δαίμοσι, μηδὲ μάντεων δεήσεσθαι, μηδὲ σπλάγχνων ζῴων. ὣν γὰρ ἕνεκα αἱ μαντεῖαι, τούτων οὗτος μεμελέτηκεν ἀφίστασθαι. οὔτε γὰρ εἰς γάμον καθίησιν, ἔνα περὶ γάμου τὸν μάντιν ἐνοχλήσῃ· οὐκ εἰς ἐμπο- ρίαν, οὐ περὶ οἰκέτου, οὐ περὶ κλοπῆς καὶ τῆς ἄλ- λης παρὰ ἀνθρώποις δοξοκοπίας. περὶ ὧν δὲ ζητεῖ, μάντις μὲν οὐδεὶς, οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφές· αὐτὸς δὲ δι’ ἑαυτοῦ, ὡς λέγομεν ,προσιὼν τῷ θεῷ, ὃς ἐν τοῖς ἀληθινοῖς αὐτοῦ σπλάγχνοις ἵδρυται, περὶ τοῦ αἰωνίου βίου λήψεται τὰς ὑποθήκας, ὅλος ἐκεῖ συρρευσας.