Ancient Greek · ~4 min
19.4 to 19.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 19.4-8
Not analysed yet
ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν συνυπάρχειν, μᾶλλον δὲ τοῦτο ἕτερον αὐτῶν τὴν ὕλην ἐφ’ ἑαυτῆς ὑπάρχειν, καὶ ἡ τῆς ἐναντίας ἕξεως διαφορά. εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι’ ἣν, ἀμφοτέρων ὄντων ἀγεννήτων, ὁ μὲν θεὸς ἀπαθὴς, ἄτρεπτος, ἀκίνητος, ἐργαστικὸς, ἡ δὲ τὰ ἐναντία παθητὴ, τρεπτὴ, ἄστατος, μεταποιουμένη. καὶ πῶς ἥρμοσαν καὶ συνέδραμον συνέδραμον; πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις χρυσοχοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσας αἶ ὗλαι μορφοῦσθαι Λαὶ τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν θεόν. εἰ δὲ οἴαν αὐτὸς ἐβούλετο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐποίωσε τὴν ὕλην, τὸ πολύμορφον καὶ παμποίκιλον τῆς δημιουργίας ἑαυτοῦ σχῆμα καὶ τύπον ἐνσφραγιζόμενος αὐτῇμ, καὶ εὔφημος καὶ ἀληθὴς οὗτος ὁ λόγος, καὶ προσέτι καὶ τὴν ὑπόστασιν τῶν ὅλων τὸν θεὸν ἀγέννητον εἶναι κρατύνει. τῷ γὰρ εἶναι ἀγέννητον ἅμα καὶ τό πως εἶναι προσῆψε. πολὺς μὲν οὑν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ’ οὐ νῦν ἡμῖν πρόκειται· συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὑτοι.” Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν Διονυσίου καὶ τῶν Ὠριγένους δὲ ἄκουε