Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.14
Not analysed yet
μυρίων δὲ ὄντων—καὶ διὰ πλειόνων τὴν τῶν μαντείων ἀνατροπὴν πεποιημένων ,ἐξαρκεῖν ἔμοιγε μαρτυρίας χάριν τῶν εἰρημένων ἐπὶ τοῦ παρόντος ἡγοῦμαι καὶ ἴ’ μίαν ἑνὸς τούτων παράθεσιν ἀπαντῶσαν πρὸς τὰ Χρυσίππῳ περὶ εἱμαρμένης ἀπὸ τῆς τῶν μαντείων προρρήσεως κατασκευασθέντα. γράφει δ᾿ οὖν πρὸς αὐτὸν ὁ συγγραφεὺς, ἀπελέγχων ὅτι κακῶς ἐκ τῶν μαντείων σημειοῦται τὴν εἱμαρμένην, καὶ ὅτι ἐν τοἲς πλείστοις τὰ τῶν Ἑλλήνων μαντεῖα διαψεύδονται, καὶ ὅτι σπανίως αὐτοῖς ἐκ συντυχίας ποτέ τινα συμ- βαίνει, ὅτι τε ἄχρηστος αὐτῶν καὶ ἐπιβλαβὴς ἡ πρόρρησις. ἄκουε δ᾿ οὖν ἅ φησι κατὰ λέξιν