Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.2
Not analysed yet
ὃ δὴ καὶ μάλιστα θρυ- λοῦντας ἂν ἴδοις καὶ στήλαις ἐγχαράττοντας καὶ παν- ταχόσε γῆς βοῶντας, ὅτι μὲν, εἰ τύχοι, τοσοίδε τὸν ἀριθμὸν ἀπεσφάλησαν ,μηδαμῆ μηδενὸς ἐθέλοντας μνημονεύειν, ὅτι δὲ τῷδε ἀπὸ μυρίων συνέτυχέ τι τῶν χρησθέντων ἄνω καὶ κάτω περιφέροντας· ὡς εἴ τις καὶ ἐπὶ δύο λαγχάνουσιν ἀπὸ μυρίων, εἰ ἄρα ποτὲ εἰς ἅπαξ αὐτοὺς κατὰ τῶν αὐτῶν συμπεσεῖν ἔτυχε, θαυμάζοι ὡς κατὰ μαντείαν χαἲ πρόγνωσιν ἔνα καὶ τὸν αὐτὸν ἀμφοτέροις συνέβη περιελθεῖν ἀριθμόν.