Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.4-4
Not analysed yet
ταύτῃ καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαί τε καὶ ἐπὶ γαστέρα πεσόντες, ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν, πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες, ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν· ἔν τε ᾠδαῖς καὶ ὕμνοις, ἔν τε θεῶν ἑορταῖς, ἔν τε ταῖς πανδήμοις θέαις, μόνης τῆς αἰσχρᾶς σχρὰς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ᾿ ἡμῖν ἀνῃρῆσθαι. “ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων.”