Ancient Greek · ~5 min
2.47 to 2.52
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.47-52
Not analysed yet
‟Τὸν δὲ Κρόνον διαφέροντα πλεονεξίᾳ καὶ ἀσελγείᾳ γῆμαι τὴν ἀδελφὴν Ῥέαν, ἐξ ἧς γεννῆσαι τὸν Δία. γεγονέναι δὲ καὶ ἕτερον Δία, τὸν ἀδελφὸν μῖν Οὐρανοῦ, τῆς δὲ Κρήτης βασιλεύσαντα, τῇ δόξῃ πο)ὺ λειπόμενον τοῦ μεταγενεστέρου. τοῦτον μὲν οὖν βασιλεῦσαι τοῦ σύμπαντος κόσμου ,τὸν δὲ τῆς Κρήτης, καὶ δέκα παῖδας γεννῆσαι τοὺς ὀνομασθένιας Κουρῆτας. δείκνυσθαι δὲ αὐτοῦ φασιν εἰσέτι νῦν τάφον ἐν Κρήτῃ. δυναστεῦσαι δὲ τὸν Κρόνον κατὰ Σικελίαν καὶ Λιβύην καὶ Ἰταλίαν. τούτου δὲ γενόμενον τὸν Δία τὸν ἐναντίον τῷ πατρὶ βίον ζηλῶσαι. διαδέξασθαι δὲ αὐτὸν τὴν βασιλείαν οἱ μέν φασιν ἑκόντος τοῦ πατρὸς παραχωρήσαντος, οἱ δὲ ὑπὸ τῶν ὄχλων αἱρεθέντα διὰ τὸ μῖσος τὸ πρὸς τὸν πατέρα. ἐπιστρατεύσαντος δὲ ἐπ’ αὐτὸν τοῦ Κρόνου μετὰ τῶν Τιτάνων κρατῆσαι μάχῃ τὸν Δία καὶ ἐπελθεῖν πᾶσαν τὴν οἰκουμένην. διενεγκεῖν δὲ κύτὸν σώματος ῥώμῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς, σπουήν τε ποιεῖσθαι πᾶσαν εἰς κόλασιν μὲν τῶν ἀσεβῶν, ἐεργεσίας δὲ τῶν ἀγαθῶν, ἀνθ’ ὧν μετὰ τὴν ἐξ ἀνθώπων μετάστασιν ὀνομασθῆναι Ζῆνα, διὰ τὸ δοκν τοῦ καλῶς ζῆν αἴτιον γενέσθαι τοῖς ἀνθρώποις. τῶν μὲν οὖν παρὰ τοῖς Ἀτλαντείοις θεολογουμνων τὰ κεφάλαια ταῦτά ἐστι. τούτοις δέ φασι καὶ τς Ἕλληνας συγχρῆσθαι. "Ταῦτα ὁ Διόδωρος ἐν τῇ τρίτῃ τῶν ἱστοριν. ὁ δ’ αὐτὸς καὶ ἐν τῇ ἕκτῃ ἀπὸ τῆς Εὐημέρου τουΜεσσηνίου γραφὴς ἐπικυροῖ τὴν αὐτὴν θεολογίας ὧδε κατὰ λέξιν φάσκων