Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.5-5
Not analysed yet
“Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν ἐκδοῦναι περὶ τῆς τῶν Ἰουδαΐκῶν βιβλίων ἀναγραφῆς πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο ‚καὶ οὐδὲν ἀπερριμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς ἐκδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακε- χώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος, καὶ τὴν ἑκάστου κατασκευὴν ‚διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ ἐκδόσεώς ἐστιν ἀντίγραφον τόδε ·