Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.54
Not analysed yet
περὶ δὲ τῶν ἐπιγείων θεῶν πολλοὶ καὶ ποικίλοι παραδέδονται λόγοι πάρα τοῖς ἱστορικοῖς τε καὶ μυθογράφοις. καὶ τῶν μὲν ἱστορικῶν Εὐήμερος, ὁ τὴν ἱερὰν ἀναγραφὴν ποιησάμενος, ἰδίως ἀναγέγραφεν ,τῶν δὲ μυθολόγων Ὅμηρος καὶ Ἡσίοδος καὶ Ὀρφεὺς καὶ ἕτεροι τοιοῦτοι τερατωδεστέρους μύθους περὶ θεῶν πεπλάκασιν· ἡμεῖς δὲ τὰ παρ’ ἀμφοτέροις ἀναγεγραμμένα πειρασόμεθα συντόμως ἐπιδραμεῖν, στοχαζόμενοι τῆς συμμετρίας. "