Ancient Greek · ~7 min
2.56 to 2.62
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.56-62
Not analysed yet
εἶναι δὲ καὶ τὴν νῆσον ἱερὰν θεῶν, καὶ ἕτερα πλείω θαυμαζόμενα κατά τε τὴν ἀρχαιότητα καὶ τὴν τῆς κατασκευῆς πολυτεχνίαν, περὶ -ὧν τὰ κ· ατὰ μέρος ἐν ταῖς πρὸ ταύτης βίβλοις ἀναγεγράφαμεν. εἶναι δ’ ἐν αὐτῇ κατά τινα λόφον ὑψηλὸν καθ’ ὑπερβολὴν ἱερὸν Δῖός Τριφυλίου ,καθιδρυμένον ὑπ’ αὐτοῦ καθ’ ὃν καιρὸν ἐβασίλευσε τῆς οἰκουμένης ἁπάσης ἔτι κατὰ ἀνθρώπους ὤν. ἐν τούτῳ τῷ ἱερῷ στήλην εἶναι χρυσῆν, ἐν ᾑ τοῖς Παγχαίοις γράμμασιν ὑπάρχειν γεγραμμένας τάς τε Οὐρανοῦ καὶ Κρόνου καὶ Δῖός πράξεις κεφαλαιωδῶς μετὰ ταῦτά φησι πρῶτον Οὐρανὸν βασιλέα γεγονέναι, ἐπιεικῆ τινα ἄνδρα καὶ εὐεργετικόν καὶ τῆς τῶν ἄστρων κινήσεως ἐπιστήμονα · ὃν καὶ πρῶτον θυσίαις τιμῆσαι τοὺς οὐρανίους θεοὺς, διὸ καὶ Οὐρανὸν προσαγορευθῆναι. υἱοὺς δὲ αὐτῷ γενέσθαι ἀπὸ γυναικὸς Ἑστίας Τιτᾶνα καὶ Κρόνον, θυγατέρας δὲ Ῥέαν καὶ Δήμητρα. Κρόνον δὲ βασιλεῦσαι μετὰ Οὐρανὸν ,καὶ γήμαντα Ῥέαν γεννῆσαι Δία καὶ Ἥραν καὶ Ποσειδῶνα. τὸν δὲ Δία διαδεξάμενον τὴν βασιλείαν τοῦ Κρόνου γῆμαι Ἥραν καὶ Δήμητρα καὶ Θέμιν· ἐξ ὧν παῖδας ποιήσασθαι Κουρῆτας μὲν ἀπὸ τῆς πρώτης ,Περσεφόνην δὲ ἐκ τῆς δευτέρας, Ἀθηνᾶν δὲ ἀπὸ τῆς τρίτης. ἐλθόντα δὲ εἰς Βαβυλῶνα ἐπιξενωθῆναι Βήλῳ, καὶ μετὰ ταῦτα εἰς τὴν Παγχαίαν νῆσον πρὸς τῷ ὐκεανῷ κειμένην παραγενόμενον Οὐρανοῦ τοῦ ἰδίου προπάτορος βωμὸν ἱδρύσασθαι, κἀκεῖθεν διὰ Συρίας ἐλθεῖν πρὸς τὸν τότε δυνάστην Κάσιον, ἐξ οὗ τὸ Κάσιον ὄρος· ἐλθόντα δὲ εἰς Κιλικίαν πολέμῳ νικῆσαι Κίλικα τοπάρχην. καὶ ἄλλα δὲ πλεῖστα ἔθνη ἐπελθόντα παρ’ ἅπασι τιμηθῆναι, καὶ θεὸν ἀναγο- ρευθῆναι.’ Ταῦτα καὶ τὰ τούτοις παραπλήσια ὡς περὶ θνητῶν ἀνδρῶν περὶ τῶν θεόν διελθὼν ἐπιφέρει λέγων ‟Καὶ περὶ μὲν Εὐμηέρου τοῦ συνταξαμένου τὴν ἱερὰν ἀναγραφὴν ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι · τὰ δὲ παρὰ τοῖς Ἕλλησι μυθολογούμενα περὶ θεῶν ἀκολούθως Ἡσιόδῳ καὶ Ὁμήρῳ καὶ Ὀρφεῖ πειρασόμεθα συντόμως ἐπιδραμεῖν. Εἶθ᾿ ἐξῆς ἐπισυνάπτει τὰς τῶν ποιητῶν μυθολογίας.