# Praeperatio Evangelica 2.8-14

Eusebius, Praeperatio Evangelica, 2.8 to 2.14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/2.8

φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως, ἃς καὶ διὰ μελῳδίας καὶ ὀρχήσεως ψυχαγωγεῖν τὸν θεόν. παιδαγωγόν τε αὐτοῦ Σειληνὸν μεγάλα συμβάλλεσθαι αὐτῷ πρὸς ἀρετήν. πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας ἀναδε- δέσθαι τὴν κεφαλὴν μίτρᾳ. διμήτορα δὲ αὐτὸν προσαγορεύουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν. νάρθηκα δὲ προσάπτουσιν αὐτῷ, διὰ τὸ πίνοντας ἄκρατον τοὺς παλαιοὺς τὸν οἶνον μανιώδεις γίνεσθαι καὶ ταῖς βακτηρίαις ἀλλήλους τύπτειν, ὡς καὶ ἀναιρεῖσθαί τινας, ὅθεν καὶ ἀντὶ ξύλων νάρθηξι χρῆσθαι καταδεῖξαι. καλεῖσθαι δὲ αὐτὸν Βάκχιον ἀπὸ τόν Βακχῶν, Ληναῖον δὲ ἀπὸ τοῦ πατεῖσθαι τὰς σταφυλὰς ἐν ληνοῖς, Βρόμιον δὲ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου. καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν αὐτῷ καὶ ἡδονὴν παρέχοντας , καταθεῖξαι δὲ θέατρον καὶ μουσικῶν ἀκροαμάτων σύστημα. τοιαῦτα μὲν τὰ περὶ Διονύσον. " ‟ Τὸν δὲ Πρίαπον υἱὸν εἶναί φασι Διονύσου καὶ Ἀφροδίτης, διὰ τὸ τοὺς οἰνωθέντας ἐντετ6άσθαι ἐντετάσθαι τετάσθαι πρὸς τὰς ἀφροδισιακὰς ἡδονάς. τινὲς δέ φασι τὸ αἰδοῖον τῶν ἀνθρώπων τοὺς παλαιοὺς μυρικῶς Πρίαπον ὀνομάζειν. ἔνιοι δὲ λέγουσι τὸ γεννητικὸν μόριον αἴτιον ὑπάρχειν τῆς γενέσεως τῶν ἀνθρώπων , καὶ διὰ τοῦτο εἰς ἅπαντα τὸν αἰῶνα τυχεῖν τῆς ἀθανάτου τιμῆς· ὥσπερ οὖν καὶ οἱ Αἰγύπτιοι τὴν Ἶσιν ἔφησαν τὰ μέλη τοῦ Ὀσίριδος ἀναξητοῦσαν, τὸ αἰδοῖον αὐτοῦ μὴ δυναμένην εὑρεῖν, καταδεῖξαι τιμᾶν ὡς θεὸν, καὶ ἀναθεῖναι κατὰ τὸ ἱερὸν ἐντεταμένον. ἀλλὰ καὶ παρ’ Ἕλλησιν οὐ μόνον ἐν ταῖς Διονυσιακαῖς τελεταῖς, ἀλλὰ καὶ ταῖς ἄλλαις ἁπάσαις οὗτος ὁ θεὸς τυγχάνει τινὸς τιμῆς, μετὰ γέλωτος καὶ παιδιᾶς παρεισαγόμενος ἐν ταῖς θυσίαις· ὡς καὶ τὸν Ἑρμαφρόδιτον , ὃν ἐξ Ἑρμοῦ καὶ Ἀφροδίτης γεννηθέντα τυχεῖν τῆς προσηγορίας.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
