Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.3-2
Not analysed yet
ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχὴν ,οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ’ ἴνα τρόπον ἔστι νοεῖσθαι πρὸς τῶν Ἑλλήνων ,οὐ τὸ τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι.