Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.5-2
Not analysed yet
εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας, ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἶα τὰ θεῖα παίγνιά ἐστιν. εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως ,εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἶ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνισιᾶς;’’