Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.18
Not analysed yet
ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι ὁ τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’ εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης γίνεται. οὐ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστὶν καὶ τῶν τότε τὸ εἶναι λαμβανόντων, ὁπόταν ἐν οὐσίᾳ γίνωνται.