Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.21
Not analysed yet
Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος,. Οὕτω προλαβὼν ἐξεῖπον τῷ λόγῳ. Οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, ἡ δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς ὁ θεός. ὅτε τοίνυν οὐδ’ οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεὸν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου.