Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.4
Not analysed yet
ἐν συμμετρίᾳ μὲν οὖν τὰ τῶν ἀγαθῶν, ὡς καὶ τὰ σώματα τῶν φαινομένων, τῶν δὲ κακοποιῶν ἀσύμμετρα, οἵ πλέον τῷ παθητικῷ νέμοντες τὸν περίγειον τόπον οὐδὲν ὅ τι τῶν κακῶν οὐκ ἐπιχειροῦσι δρᾶν. βίαιον γὰρ ὅλως καὶ ὕπουλον ἔχοντες ἦθος ,ἐστερημένον τε τῆς φυ- λακῆς τῆς ἀπὸ τοῦ κρείττονος δαιμονίου ,σφοδρ’ καὶ αἰφνιδίους ,οἷον ἐνέδρας, ὡς τὸ πολὺ ποιοῦν τὰς ἐμπτώσεις ,πὴ μὲν λανθάνειν πειρώμενοι, πῆ δὲ βιαζόμενοι.’’