Ancient Greek · ~4 min
22.48 to 22.50
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.48-50
Not analysed yet
ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμή- σεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις ; Οὕτως ἄνωθεν ἔσχον ἐγώ. Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιήσαι μὴ εἶναι κακὰ, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἷναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ θρῷ οὗ ἐδημιούργησε μέρους.