Ancient Greek
22.53 to 22.55
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.53-55
Not analysed yet
εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος. εἰ μὲν οὖν τὸν θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρός του μείζονος, μείζονα ἔσται τοῦ θεοῦ τὰ κακὰ, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοὶ, νικὰν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεὸν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξου- σίαν ἔχει;