# Praeperatio Evangelica 24.1

Eusebius, Praeperatio Evangelica, ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/24.1

“ Ἀλλὰ τὰ μὲν τοιαῦτα ἴσως ἐθελοκάκου τινός ἐστιν, ἐκεῖνα δὲ δεῖ μᾶλλον εἰς τὴν κρίσιν προάγειν τὰ πρὸς Ἀθηναίους. καὶ δὴ λεγέσθω τὰ πρὸς Ἀθηναίους ὢ μέλεοι, τί κάθησθε; πόλιν φύγετ’ ἔσχατα γαίης· οὔτε γὰρ ἡ κεφαλὴ μένει ἔμπεδος οὔτε τὸ σῶμα, οὐ χέρες, οὐδὲ πόδες νέατοι· κατὰ γάρ μιν ἐρείψει πῦρ τε καὶ ὀξὺς Ἄρης, συριηγενὲς ἅρμα διώκων· πολλὰ δὲ τῇδ’ ἀπολεῖ πυργώματα καὶ κατερείψει ’ πολλοὺς δ’ ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει· οἴ που νῦν ἱδρῶτι ῥεούμενοι ἑστήκασιν, δείματι παλλόμενοι.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
