Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 27.8
Not analysed yet
ἀλλ’ ἐπεὶ τῶν μάλιστα παρὰ Ἓλλησι θρυλουμένων τοῦ Πυθίου χρησμῶν εἶς τις ἦν καὶ ὁ πρὸς Λυκοῦργον, ᾧ προσιόντι ἡ Πυθία ἐπεφώνησε τὸ βοώμενον ἐκεῖνο, ἥκεις, ὢ Λυκόεργε, ἐμόν ποτὶ πίονα νηὸν, Ζηνὶ φίλος καὶ πᾶσιν Όλύμπια δώματ’· ἔχουσι· δίζω ἤ σε θεὸν μαντεύσομαι, ἢ ἄνθρωπον· ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι· ὠ Λυκόεργε, ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω ,καὶ τὰ τούτοις συνεπιλεγόμενα· φέρε καὶ πρὸς ταῦτα τίνα ποτὲ συνεῖδεν ὁ προδηλωθεὶς ἔλεγχος ἐποπτεύσωμεν. γράφει δὲ ὧδε