Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.2-3
Not analysed yet
πρῶτον μὲν τὸ ἐκ τῶν φαινομένων κατ᾿ οὐρανὸν φωστήρων, οὓς καί φασι δια τὸ θέειν, ὅπερ ἐστὶ τρέχειν, διά τε τὸ αἰτίους εἶναι τοῦ θεωρεῖν τὰ ὁρώμενα, πρώτους θεοὺς ἀνηγορεῦσθαι· δεύτερον τὸ διὰ τὰς εἰς τὸν κοινὸν βίον, ὥς φασιν, εὐεργεσίας ἐκτετιμη- μένον, ὃ δὴ ἐξ ἀνθρώπων γεγεννῆσθαι καὶ αὐτοὶ ὁμολογοῦσι, τοὺς καλουμένους ἥρωας παραφέροντες, ραλέα καὶ Διοσκούρους, Διόνυσόν τε καὶ τοὺς παρὰ βαρβάροις ὁμοίους.