Ancient Greek · ~6 min
3.29 to 3.33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.29-33
Not analysed yet
Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν. αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾑ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου · κἀνταῦθα διετριβέτην φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν ,αἰδοῖα καὶ κίστην θρησκεύειν παραθεμένω Τυρρηνοῖς· δι’ ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσον προσαγορεύεσθαί τινες Ἄττιν θέλουσιν, αἰδοίων ἐστερημένον. "‟Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἶ βάρβαροι αἰσχροῖς οὕτω τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις ναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι, αἰδοῦμαι καὶ λέγειν, αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δῃῶ μυθολογία; ἀλωμένη γὰρ ἡ Δῃῶ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα —τῆς Ἀττικῆς ἐστι τοῦτο τὸ χωρίον —ἀποκάμνει, καὶ φρέατι ἐπικαθίζει λυπουμένη. τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι καὶ νῦν, ἔνα μὴ δοκοῖεν οἶ τετελεσμένοι μιμεῖσθαι τὴν ὀδυρομένην. ᾤκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἶ γηγενεῖς· ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαὐλης καὶ Τριπτόλεμος ,ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς · βουκόλος ὁ Τριπτόλεμος ἦν, ποιμὴν δὲ ὁ Εὔμολπος, συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ’ ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ κηρύκων τὸ ἱεροφαντικὸν δὴ τοῦτο Ἀθήνησι γένος ἤνθησε. καὶ δὴ —οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν —ξενίσασα ἡ Βαυβὼ τὴν Δῃῶ ὀρέγει κυκεῶνα αὐτῇ. τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης —πενθήρης γὰρ ἦν —περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ, ἡ δὲ τέρπεται τῇ ὄψει ἡ Δῃῶ, καὶ μόλις ποτὲ δέχεται τὸ ποτὸν, ἡσθεῖσα τῷ θεάματι. "