Ancient Greek · ~2 min
3.5 to 3.6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.5-2-6
Not analysed yet
τὸ γὰρ παλαιὸν ὀνομάζεσθαι γῆν μητέρα, καθάπερ καὶ τὸν Ὀρφέα προσμαρτυρεῖν λέγοντα, Γῆ μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα. τὸ δ’ ὑγρὸν ὀνομάσαι λέγουσι τοὺς παλαιοὺς ὠκεανὸν, ὃ μεθερμηνευόμενον μὲν εἶναι τροφῆς μητέρα, παρ’ ἐνίοις δὲ τῶν Ἑλλήνων ὠκεανὸν ὑπάρχειν ὑπειλῆφθαι, περὶ οὑ καὶ τὸν ποιητὴν λέγειν Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. οἶ γὰρ Αἰγύπτιοι νομίζουσιν ὠκεανὸν εἶναι τὸν παρ’ αὐτοῖς ποταμὸν Νεῖλον ,πρὸς ᾧ καὶ τὰς τῶν θεῶν γενέσεις ὑπάρξαι. τῆς γὰρ πάσης οἰκουμένης κατὰ μόνην τὴν Αἴγυπτον εἷναι πόλεις πολλὰς ὑπὸ τῶν ἀρχαίων θεῶν ἐκτισμένας· οἶον Δῖός, Ἡλίου, Ἑρμοῦ, Ἀπόλλωνος, Πανὸς, Εἰληθυίας, ἄλλων πλειόνων.