Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.6-2
Not analysed yet
ἀλλὰ περὶ μὲν τοῦ μὴ συνεστάναι τοῦτο, ὃ προειλήφαμεν καλεῖν μαντικὴν, ἐν ἄλλοις ἀποδώσομεν πληρέστερον ,παρατιθέμενοι τὰ Ἐπικούρῳ καὶ περὶ τούτου δοκοῦντα · νυνὶ δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσομεν ,ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάν- τεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη —οὐ γὰρ τὸ μηδεπώποτε τοῦ προκειμένου τυγχάνειν ,ἀλλὰ τὸ μὴ πάντοτε, μηδ’ ὡς ἐπὶ τὸ πλεῖστον, μηδ’ ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἶ διειληφότες τὰς ὑφ’ ἕκαστον ὄνομα τε- ταγμένας ἐναργεῖς ἐννοίας ἑαυτῶν —ἔπειτα εἰ καὶ καθ’ ὑπόθεσιν ἦν ἀληθὲς τὸ δὴ τὴν μαντικὴν τῶν μελλόντων ἁπάντων εἶναι θεωρητικήν τε καὶ προα- γορευτικὴν ,τὸ μὲν πάντα καθ’ εἱμαρμένην εἶναι συνήγετο ἂν οὕτως, τὸ μέντοι χρειῶδες αὐτῆς καὶ βιωφελὲς οὐκ ἄν ποτε ἐδείκνυτο· διὸ καὶ μάλιστα δοκεῖ Χρύσιππος ὑμνεῖν τὴν μαντικήν.