Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.9-4
Not analysed yet
ἐξ οὗ συμβαίνει τὸ τὴν μὲν τῶν ἀγαθῶν προαγόρευσιν μὴ ἐπιτείνειν πάνυ τι τὴν χαρὰν, διὰ τὸ καὶ χωρὶς τῆς προαγορεύσεως ἔκαστον ἐξ ἑαυτοῦ τὰ κρείττω προσδοκᾶν, ἢ ἐπ’ ὀλίγον ἐπιτείνειν τῇ δοκούσῃ βεβαιότητι ,πολλάκις δὲ καὶ μει. οῦν τὴν χαρὰν, ὅταν ἐλάττω τῶν ἐλπισθέντων ἀκουσθῇ · τὴν δὲ τῶν κακῶν προαγόρευσιν ,καὶ διὰ τὸ ἀπόστρεπτον αὐτῶν φύσει, καὶ διὰ τὸ παρ’ ἐλπίδας ἐνίοτε προλέ- γεσθαι, μεγάλως συνταράττειν.