Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.15
Not analysed yet
φέρε καὶ τὴν Ὁμήρου τοῦ ὀλβίου ἴδωμεν ἐρώτησιν, ἣν τὸν θεὸν ἐρωτᾷ· ἦπου γάρ τις οὐρανία ἦν καὶ ἱκανὴ τὸν θεὸν ἐκκαλέσασθαι· οὐ γὰρ ἂν οὕτω ῥᾳδίως ὁ θεὸς ὄλβιον μὲν ἐπεφώνησεν, ἐπὶ δὲ τῷ ὀλβίῳ ῥῆσιν ἀπένειμε πατρίδα δίζηαι· μητρὶς δέ τοι, οὐ πατρίς ἐστι· Μίνωος δ’ ἀπὸ γῆς, οὔτε σχεδὸν οὔτ’ ἀπὸ τηλοῦ, ἐν τῇ σοι μοῖρ’ ἐστὶ τελευτῆσαι βιότοιο, εὖτ’ ἂν ἀπὸ γλώσσης παίδων μὴ γνῷς ἐπακούσας ἀξύνετον πολλοῖσι λόγοις εἰρημένον ὕμνον.