Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 33.17
Not analysed yet
οἶον εἰ καὶ κάνθαρός τις γεννηθεὶς οὐκ ἐνεβίωσε οὐδ’ ἐνεγήρασεν ἐν ἐκείνῃ τῇ κοπρίᾳ, ἀλλ’ ἐχθρῷ ἀνέμῳ περιέτυχε, καὶ κανθαρίῳ δαίμονι σκληρῷ, ὃς αὐτὸν μετέωρον ἄρας βίᾳ ἀπήνεγκεν ἐπί τινα ἄλλην γῆν καὶ ἄλλην κοπρίαν, κἄπειτα ἐλθὼν εἰς Δελφοὺς ἀνηρώτα ἥτις ἄρα ποτὲ αὐτῷ ἦν ἡ πατρῴα κοπρία, καὶ ἥτις αὐτὸν γῆ δέξεται ἀποθανόντα. Ταῦτα μὲν οὖν περὶ τῶν ποιητῶν.