# Praeperatio Evangelica 34.1-6

Eusebius, Praeperatio Evangelica, 34.1 to 34.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/34.1

Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν , εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥή- μασιν ὢ εἰδὼς ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης, καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων. εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἔν ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους , ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως ὕστατος ἡρώων Κλεομήδης Ἁστυπαλαιεὺς, ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκέτι θνητὸν ἐόντα. διὰ τί γὰρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητὰ, ὥς σε καλεῖ Πλάτων’, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος; Ἄπολλον , ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισὶ, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιὲ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν ; ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας , ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες , ἆρα ἥρως οὐκέτι θνητὸς, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες. ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱτοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ.

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
