Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 34
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 34.16
Not analysed yet
οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότε- ρον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ᾿ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτια- σάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἶ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γινομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια ,λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους ,οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν ’οὐχ ἡττον ἴσως ,ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι ,ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα.