Ancient Greek · ~3 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1
Not analysed yet
Πάντα δὴ ταῦτα τὸν περὶ τῶν καθ’ ἡμᾶς πραγμάτων πιστοῦται λόγον, ὡς οὐκ ἐξ ἀνθρωπίνης ὁρμῆς ἐπιτηδευθέντα, θεόθεν δὲ προγνωσθέντα, καὶ θεόθεν διὰ τόν ἐγγράφων χρησμῶν προαναφωνηθέντα, καὶ πολὺ πλέον ἔτι θεόθεν διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις προβεβλημένον, αὖθίς τε ἐκ θεοῦ δυναμούμενον καὶ συνεστῶτα, ὡς ἐν τοσούτοις ἐτῶν χρόνοις ἐλαυνόμενον πρός τε τῶν ἀοράτων δαιμόνων καὶ πρὸς τῶν κατὰ χρόνους ὁρατῶν ἀρχόντων πολὺ πλέον διαλάμπειν, ὁσημέραι τε διαπρέπειν καὶ αὔξειν, καὶ πολὺ μᾶλλον πληθύειν, ἄντικρυς τῆς ἂνωθεν ἐκ τοῦ τῶν ὅλων θεοῦ συνεργίας τὸ ἄμαχον καὶ ἀήττητον τό τε κατὰ τῶν ἐχθρῶν νικητικὸν τῇ τοῦ σωτῆρος ἡμῶν προσηγορίᾳ τε καὶ διδασκαλίᾳ παρεχούσης.