Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.1-5
Not analysed yet
“Εὖ μὲν οὖν λέγουσι καὶ οἱ λέγοντες ὅτι Πλάτων’ τὸ ταῖς γεννωμέναις ποιότησιν ὑποκείμενον στοιχεῖον ἐξευρὼν, ἣν ὕλην καλοῦσι, πολλῶν ἀπήλλαξε καὶ μεγάλων ἀποριῶν τοὺς φιλοσόφους · ἐμοὶ δὲ δοκοῦσι πλείονας λῦσαι καὶ μείζονας ἀπορίας οἱ τὸ τῶν δαιμόνων γένος ἐν μέσῳ θεῶν καὶ ἀνθρώπων θέντες, καὶ τρόπον τινὰ τὴν κοινωνίαν ἡμῶν συνάγον εἰς ταὐτὸ καὶ συνάπτον ἐξευρόντες ,εἴτε μάγων τῶν περὶ Ζωροάστρην ὁ λόγος οὗτός ἐστιν, εἴτε Θρᾴκιος ἀπὸ Ὀρφέως, ἢ Αἰγύπτιος, ἢ Φρύγιος, ὡς τεκμαιρόμεθα ταῖς ἑκατέρωθι τελεταῖς ἀναμεμιγμένα πολλὰ θνητὰ καὶ πένθιμα τῶν ὀργιαζομένων καὶ δρωμένων ἱερῶν ὁρῶντες. Ἑλλήνων δὲ Ὅμηρος μὲν ἐπιφαίνεται κοινῶς ἀμφοτέροις χρώμενος τοῖς ὀνόμασι καὶ τοὺς θεοὺς ἔστιν ὅτε δαίμονας προσαγορεύων. Ἡσίοδος δὲ καθαρῶς καὶ διωρισμένως πρῶτον ’τον ἐξέθηκε τῶν λογικῶν τέσσαρα γένη · θεοὺς, εἶτα δαίμονας, εἶτα ἥρωας, τὸ δ’ ἐπὶ πᾶσιν, ἀνθρώπους. ἐξ ὧν ἔοικε ποιεῖν τὴν μεταβολὴν ,τοῦ μὲν χρυσοῦ γένους εἰς δαίμονας πολλοὺς κἀγαθοὺς, τῶν δ’ ἡμιθέων εἰς ἥρωας ἀποκριθέντων.’’