Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 4.10
Not analysed yet
καὶ τὸ μηδ’ εὐορκίας δεῖσθαι, πολλοῦ γε δεῖ ἐπιορκεῖν, διὰ τὸ πρὸς αὐτοῦ μανθάνειν μηδὲ ὀμνύναι ὅλως, ἐν πᾶσι δὲ ἀψευδεῖν καὶ ἀληθεύειν, ὡς ἀρκεῖσθαι τῷ ναί καὶ τῷ οὔ, παντὸς ὅρκου βεβαιοτέραν τὴν προαόρεσιν κατασκευάζοντας; τὸ δὲ μηδ’ ἐν ψιλοῖς ῥηματίοις καὶ ταῖς κοιναῖς ὁμιλίαις ἀδιαφορεῖν, ακριβολογεῖσθαι δὲ καὶ μέχρι τούτων, ὡς μήτε ψεῦδος μήτε λοιδορίαν μήτε τι αἰσχρὸν καὶ ἄσχημον ῥῆμα προίεσθαι τῇ φωνῇ, διὰ τὴν αὐτοῦ πάλιν παρακέλευ- σιν, δι’ ἧς ἔφησε ‘‘περὶ παντὸς ἀργοῦ ῥήματος δώσετε λόγον ἐν ἡμέρᾳ κρίσεως,” ὁποίας ὑπερβολῆς φιλοσόφου ζωῆς ἔχεται;