# Praeperatio Evangelica 4.3-4-7

Eusebius, Praeperatio Evangelica, 4.3 to 4.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eusebius-scr-eccl-et-theol/praeperatio-evangelica/4.3-4

ἔνθεν ὁρμώμενοι σῶμα μὲν καὶ τὰ σωμάτων ἡδέα οὐδέν τι μᾶλλον τῶν ἄλλων ἐπὶ γῆς θρεμμάτων προτιμᾶν διενοήθησαν, τὸ δ’ ἐν αὐτοῖς ἄρχον, ὡς ἂν τοῦ πάντων ἄρχοντος οἰκεῖον, καὶ τῆς ψυχῆς τὸ λογικόν τε καὶ νοερὸν, θεῖόν τε καἰ ἐπιστημονικὸν ὡς ἂν τοῦ ἐπὶ πάντων θεοῦ τὴν ὁμοίωσιν φέρον , μόνον διὰ σπουδῆς ἔσχον. εἶτα μηδὲν ἄλλο τι ἐνθυμηθέντες ἀγαθὸν εἶναι τοῦ πάντων ἀγαθῶν χορηγοῦ θεοῦ, τέλος ἁπάσης εὐδαιμονίας τὴν αὐτοῦ γνῶσίν τε καὶ φιλίαν εἶναι ἀπεφήναντο , ὅτι καὶ αὐτῆς ζωῆς καὶ ψυχῆς καὶ σώματος καὶ τῶν τούτοις ἀναγκαίων μό- νος αὐτὸς ἀνῆπται τὴν αἰτίαν. τούτῳ δὴ οὖν σφᾶς ὅλους αὐτῷ σώματι καὶ ψυχῇ φέροντες ἀνατεθείκασι, τεθείκασι, τὸν πάντα αὐτῶν βίον ἐπ’ αὐτὸν ἀναρτησάμενοι, καὶ μόνῳ προσέχειν, ἄλλῳ δὲ μηδενὶ τῶν ὁρωμένων ἀξιώσαντες. οὕτω δὴ φιλόθεοι ὁμοῦ καὶ θεοφιλεῖς ἀναφανέντες θεραπευταί τινες ὄντως καὶ ἱερεῖς τοῦ ὑψίστου θεοῦ ἀπεφάνθησαν, ἢ καὶ γένος ἐκλεκτὸν καὶ βασιλικὸν ἱεράτευμά τε θεοῦ καὶ ἔθνος ἅγιον προσαγορευθῆναι ἠξιώθησαν, σπέρμα τῆς ἀληθοῦς ταύτης εὐσεβείας καὶ τοῖς ὀψιγόνοις αὐτῶν ἀπολελοιπότες. ἆρ᾿ οὖν λογισμῷ σοι δοχοῦμεν τούσδε τῶν Ἑλληνιχῶν προτετιμηκέναι, καὶ μᾶλλον τῶν Φοινίκων τε καὶ Αἰγυπτίων θεῶν τῶν τε περὶ τοὺς θεοὺς δυσφήμων ἀτοπημάτων τὰς παρ᾿ Ἑβραίοις περὶ εὐσεβῶν ἀνδρῶν διηγήσεις ἀποδέξασθαι;

---

Eusebius, Praeperatio Evangelica, ed. Wilhelm Dindorf. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2018.tlg001.local001/.
