Ancient Greek · ~2 min
5.13 to 5.14
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.13-14
Not analysed yet
φέρ’ οὖν πρῶτον ἀπάντων τὰς παλαιτάτας καὶ δὴ καὶ τὰς πατρίους ἡμῶν αὐτῶν θεολογίας κατὰ πάσαν πόλιν εἰσέτι καὶ νῦν τεθρυλημένας ἐπιθεωήσωμεν, τάς τε σεμνὰς τῶν γενναίων φιλοσόφων περί τε κόσμου συστάσεως καὶ περὶ θεῶν διαλήψεις, ἵνα γνῶμεν εἴτε καὶ ὀρθῶς ἀπέστημεν αὐτῶν, εἴτε καὶ μή. θήσω δὲ οὐκ ἐμὰς φωνὰς ἐν τῇ τῶν δηλουμένων ἐκφάνσει, ἀλλ’ αὐτῶν δὴ τῶν μάλιστα τὴν περὶ οὕς φασι θεοὺς εὐσέβειαν περισπούδαστου πεποιημένων, ὡς ἂν ὁ λόγος ἀπάσης ἐκτὸς τῆς περὶ τοῦ πλάττεσθαι ἡμὰς ὑπονοίας κατασταίη.