Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 5.8
Not analysed yet
καὶ πλεῖ τις αὖθις εἰς ἄδηλον, οὐδ’ ἄλλην προβεβλημένος τῆς σωτηρίας ἄγκυραν ἢ μόνην τὴν πίστιν καὶ τὴν ἀγαθὴν ἐλπίδα· καὶ γεωργεῖ πάλιν ἄλλος, καὶ τὸν σπόρον εἰς γῆν ἀπορρίψας κάθηται τῆς ὥρας τὴν τροπὴν ἐκδεχόμενος, πιστεύων τὸ φθαρὶν ἐπὶ τῆς γῆς καὶ πλημμυρίσιν ὑετῶν καλυφθὲν αὖθις ὥσπερ ἐκ νεκρῶν ἀναβιώσεσθαι· πορείαν δέ τις μακρὰν ἐπ’ ἀλλοδαπῆς ἐκ τῆς οἰκείας στελλόμενος πάλιν τὴν ἐλπίδα καὶ τὴν πίστιν ἀγαθὰς ὁδηγοὺς ἑαυτῷ συνεπάγεται.