Ancient Greek · ~2 min
6.18 to 6.19
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.18-2-19
Not analysed yet
καὶ μὴν καὶ νόμους ἀνατρέποι ἂν οὗτος ὁ λόγος τοὺς τοῦ συμφέροντος ἕνεκεν ἀνθρώποις κειμένους. τί γὰρ δεῖ προστάττειν ἢ ἀπαγορεύειν τοῖς ὑφ’ ἑτέρας ἀνάγκης κατεσχημένοις ; ἀλλ’ οὐδὲ τοὺς ἁμαρτάνοντας δεήσει κολάζειν μὴ παρὰ τὴν αὐτὴν αἰτίαν ἡμαρτηκότας, οὐδὲ τοῖς τὰ κάλλιστα πράττουσι τιμὰς ἀπονέμειν, ὧν ἑκάτερον πολλὴν αἰτίαν παρέσχηκεν εἰς ἀναστολὴν ἀδικίας καὶ εἰς εὐποιίας ἑτοιμότητα. ἀλλὰ καὶ τὴν πρὸς τὸ θεῖον εὐσέβειαν ἀνατρέποι ἂν ἥδε ἡ δόξα ,εἴ γε μηδὲν ἡμῖν ὁ θεὸς, μηδὲ μὴν αὐτοὶ οἶ τῶνδε χρησμῳδοὶ, δοὶ, μήτ’ εὐχομένοις μήτ’ εὐσεβοῦσι συμβάλλονται εἱμαρμένης ἀνάγκαις πεπεδημένοις.