Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.2
Not analysed yet
πρὸ δέ γε τούτων μηδένα μηδὲν πλέον τῶν κατ’ οὐρανὸν φαινομένων εἰδέναι, ὀλίγων ἐκτὸς ἀνδρῶν τῶν παρ’ Ἑβραίοις μνημονευομένων, οἳ διανοίας καθαρωτάτοις ὄμμασι πᾶν τὸ ὁρώμενον ὑπερκύψαντες τὸν κοσμοποιὸν καὶ τῶν ὅλων δημιουργὸν ἐσεβάσθησαν, ὑπερθαυμάσαντες τῆς τοσαύτης αὐτὸν σοφίας τε καὶ δυνάμεως, ἣν ἐκ τῶν ἔργων ἐφαντάσθησαν, καὶ μόνον εἶναι θεὸν πεισθέντες μόνον εἰκότως ἐθεολόγησαν, τὴν ἀληθῆ καὶ πρώτην καὶ μόνην ταύτην εὐσέβειαν παῖς παρὰ πατρὸς διαδεξάμενοι καὶ φυλάξαντες.