Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.2-4
Not analysed yet
θνητὸς μὲν οὑν ἀνὴρ βραχεῖαν ἀρετῆς σπουδὴν εἰσενεγκάμενος οὔποτ’ ἂν ψεύσαιτο, τἀληθὲς προτιμᾶν προθέμενος, οὐδ’ εἱμαρμένης ἀνάγκην οὐδ’ ἄστρων φορὰν αἰτιάσαιτο ψευσάμενος· ἀλλ’ εἰ καὶ τῷ σώματι πῦρ τις ἢ σίδηρον προσφέροι, διαφθείρειν ἐξαναγκάζων τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ πρὸς τοῦτο ἐλευθε- ροστομῶν ἀντιφθέγξεται, ἴτω μὲν πῦρ ,ἴτω δὲ φάσγανα · τέμνε, κάταιθε σάρκας ,ἐμπλήσθητί μου πίνων κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεισ’ ἐς οὐρανὸν, πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.