Ancient Greek
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.27
Not analysed yet
εἰ δὴ οὑν τις τὰ κατὰ φύσιν ἤτοι τοῦ σώματος ἢ καὶ τῆς ψυχῆς ,εἱμαρμένης ὀνόματι χρώμενος, ὑπ’ αἰτίαν ἀνάγκης καταβάλλοι, διαμάρτοι ἂν τῆς οἰκείας προσηγορίας. εἰ γὰρ εἱμαρμένης ἀνάγκη τις ἦν ἀκώλυτος, πολλὰ δὲ τῶν τῷ σώματι καὶ τῇ ψυχὴ κατὰ φύσιν προσόντων παραποδίζεται, μυρία τε ἔξωθεν ἄλλα συναντᾷ παρὰ φύσιν κατά τι συμβεβηκὸς καὶ ψυχῇ καὶ σώματι παρεπόμενα, επόμενα, πῶς ἂν εἴη ταὐτὸν εἱμαρμένη καὶ φύσις;