Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.29
Not analysed yet
γένοιτ’ ἂν οὑν τῶν ὄντων ἐν ἡμῖν τὰ μὲν κατὰ λογισμὸν καὶ προαίρεσιν τὴν ἐφ’ ἡμῖν γιγνόμενα, οἶα τὰ κατὰ φύσιν ψυχῆς, τὰ δὲ κατὰ φύσιν τοῦ σώματος, τὰ δὲ τούτοις μὲν συμβεβηκότα, ψυχῇ λέγω καὶ σώματι, ἑτέροις δὲ συντελούμενα κατὰ φύσιν· ἀλλ’ οὔτε τῆς ψυχῆς τὸ ἐφ’ ἡμῖν οὔτε τοῦ σώματος τὸ κατὰ φύσιν ,οὐδὲ μὴν τῶν ἔξωθεν τὸ κατὰ συμβεβηκὸς, ἐνδίκως ἄν τις ἀποστεροίη τὸν αἴτιον.