Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.41
Not analysed yet
πάλιν τε αὖ, ἐπειδὴ μετὰ πλείστων ἀνδρῶν ποιούμεθα τὰς διατριβὰς, οἱ δὲ καὶ αὐτοὶ τῆς ἴσης ἡμῖν λαχόντες οὐσίας τὸ ἐφ’ ἡμῖν αὐτοῖς ἐπὶ τῆς ἰδίας ἐξουσίας ἀποφέρονται ,ἐλευθέρᾳ τῇ σφῶν χρώμενοι προαιρέσει, ταύτῃ πάλιν εἰκότως καὶ ταῖς ἑτέρων γνώμαις ὑποκεισόμεθα, τοῦ αὐτῶν ἐκείνων αὐτεξουσίου ὧδέ πως ἡμῖν κατὰ τοῦ σώματος ἢ περὶ τὴν ψυχὴν χρωμένου.