Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.43
Not analysed yet
καὶ λόγοις μὲν ἡ λογικὴ τῆς ψυχῆς δύναμις τῶν ἔξωθεν ἐπισυμβαινόντων ὧδέ πως καὶ τῇδε φέρεται ’ἰσχύει δὲ πάλιν οἰκεία καὶ λογικῆς οὐσίας ἀρετὴ, καὶ θείαν ὡς ἀληθῶς καὶ θεοειδῆ τὴν δύναμιν ἐπιδείκνυται, ὅτε πρὸς πάντα τὰ ἐκτὸς ἀντέχουσα, καὶ τὰ πάντα ἐλευθέρῳ φρονήματι ὑπερνικῶσα, πρὸς οὐδὲν τῆς οἰκείας ἀρετῆς ὑφιεμένη, φιλοσοφεῖν παρεσκεύασται. ὅτε μὴν ὀλιγωρεῖ, ὑπὸ τῶν χειρόνων τὰ χείριστα διατίθεται, ὥσπερ οὑν καὶ βελτιοῦται τῆς ἔξωθεν τυγχάνουσα ἐπιμελείας.