Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ, Chapter 6
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 6.45
Not analysed yet
πᾶσιν δὲ καθόλου τοῖς οὖσι, τοῖς τε παρ’ ἡμᾶς γινομένοις καὶ παρὰ τὴν ἡμετέραν αἰτίαν ,καὶ τοῖς ἔξωθεν κατὰ συμβεβηκὸς ἐπιοῦσι, τοῖς τε φυσικῶς ἐνεργουμένοις, μία παναλκὴς καὶ παντοδύναμος ἐπιστατεῖ ἡ διὰ πάντων ἐπιπορευομένη τοῦ θεοῦ πρόνοια ,ἣ καὶ τὰ πλεῖστα θειοτέροις ἡμῖν τε ἀρρήτοις οἰκονομεῖ λόγοις, εὐηνίως τὸ πᾶν διακυβερνῶσα, πολλά τε καὶ τῶν κατὰ φύσιν ἐπὶ τὸ προσῆκον τοῖς καιροῖς μετασκευάζουσα ,συνεργοῦσά τε καὶ συμπράττουσα τοῖς ἐφ’ ἡμῖν, καὶ τοῖς ἐκτὸς πάλιν συμβαίνουσι τὴν δέουσαν τάξιν ἀπονέμουσα.